Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.55 Joseph. AJ 20.60 (English) >>Joseph. AJ 20.65

20.58 μὲν ταῦτʼ ἔλεγεν δακρύων καὶ τῇ κεφαλῇ κάτω νεύων, δὲ Ἰζάτης ὡς ἤκουσε τοὔνομα καὶ εἶδεν ἱκέτην αὐτῷ παρεστῶτα τὸν Ἀρταβάνην, κατεπήδησεν ἀπὸ τοῦ ἵππου καίθάρσησον, 20.59εἶπεν, βασιλεῦ, μηδέ σε συγχείτω τὸ παρὸν ὡς ἀνήκεστον· ταχεῖα γὰρ ἔσται τῆς λύπης μεταβολή. φίλον δέ με καὶ σύμμαχον εὑρήσεις κρείττω τῆς ἐλπίδος· γὰρ εἰς τὴν Πάρθων σε καταστήσω βασιλείαν πάλιν τῆς ἐμῆς ἐκστήσομαι.” 20.60

Ταῦτα εἰπὼν ἀνεβίβαζεν τὸν Ἀρταβάνην ἐπὶ τὸν ἵππον, παρείπετο δʼ αὐτὸς πεζὸς τιμὴν ἀπονέμων ταυτηνὶ ὡς ἂν μείζονι βασιλεῖ. θεασάμενος δʼ Ἀρταβάνης βαρέως ἤνεγκεν καὶ τὴν ἐφεστῶσαν αὐτῷ τύχην καὶ τιμὴν ἐπωμόσατο καταβήσεσθαι μὴ ʼκείνου πάλιν ἀναβάντος καὶ προηγουμένου. 20.61 δὲ πεισθεὶς ἐπὶ τὸν ἵππον ἥλατο καὶ ἀγαγὼν αὐτὸν εἰς τὴν βασιλείαν πᾶσαν τιμὴν ἀπένειμεν ἔν τε συνεδρίαις καὶ ταῖς περὶ τὰς ἑστιάσεις προκατακλίσεσιν, οὐκ εἰς τὸ παρὸν αὐτοῦ τῆς τύχης ἀποβλέπων, ἀλλʼ εἰς τὸ πρότερον ἀξίωμα, καί τι καὶ λογισμῷ διδούς, ὡς κοιναὶ τοῖς ἀνθρώποις αἱ μεταβολαὶ τῆς τύχης. 20.62γράφει τε πρὸς τοὺς Πάρθους πείθων αὐτοὺς τὸν Ἀρταβάνην ὑποδέξασθαι, πίστιν προτείνων τῆς τῶν πεπραγμένων ἀμνηστίας δεξιὰν καὶ ὅρκους καὶ μεσιτείαν τὴν αὐτοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.55 Joseph. AJ 20.60 (English) >>Joseph. AJ 20.65

Powered by PhiloLogic